Ancient Greek
3.121.2
Joannes Stobaeus Anthologus, Anthologium 3.121.2
Unproofread scanNot analysed yet
Ἐκ τριῶν δὲ συμβεβηκέναι τὴν ἀρετὴν τελειοῦσθαι, φύσεως, ἔθους, λόγου. Τὸν γὰρ ἄνθρωπον διαφέροντα κατὰ τε σῶμα καὶ ψυχὴν τῶν ἄλλων ζῴων διὰ τὸ μεταξὺ τῶν ἀθανάτων ὄντα καὶ τῶν θνητῶν κοινωνίαν ἐξῆφθαι πρὸς ἄμφω, πρὸς μὲν τὰ λογικὰ τῇ κατὰ τὴν ψυχὴν θείῳ, πρὸς δὲ τὰ ἄλογα τῇ κατὰ τὸ σῶμα θνητῇ, κατὰ λόγον ἄμφω τῆς τελειότητος ἐφίεσθαι. Καὶ πρῶτον μὲν ὁρέγεσθαι τοῦ εἶναι, φύσει γὰρ ὁμειῶσθαι πρὸς ἑαυτόν, δι’ ὃ καὶ προσήκοντως ἀσμενίζειν μὲν ἐν τοῖς κατὰ φύσιν, δυσχεραίνειν δὲ ἐπὶ τοῖς παρὰ φύσιν.