Ancient Greek
3.129.2
Joannes Stobaeus Anthologus, Anthologium 3.129.2
Unproofread scanNot analysed yet
Ἐπεὶ δὲ μεγάλη τῆς ἀρετῆς ἐστὶν ὑπεροχὴ κατὰ τε τὸ ποιητικὸν καὶ κατὰ τὸ δι’ αὐθ’ αἱρετὸν παρὰ τὰ σωματικὰ καὶ τὰ ἐξωθεν ἀγαθά, κατὰ τὸν λόγον οὐκ εἶναι συμπλήρωμα τὸ τέλος ἐκ τῶν σωματικῶν καὶ ἐκ τῶν [II 268] ἐξωθεν ἀγαθῶν οὐδὲ τὸ τυγχάνειν ἀπάντων, ἀλλὰ μᾶλλον τὸ κατ’ ἀρετὴν ζῆν ἐν τοῖς περὶ σῶμα καὶ τοῖς ἐξωθεν ἀγαθοῖς ἢ πᾶσιν ἢ τοῖς πλείστοις καὶ κυριωτάτοις. Ὅθεν ἐνέργειαν εἶναι τὴν εὐδαιμονίαν κατ’ ἀρετὴν ἐν πράξεσι χορηγουμέναις κατ’ εὐχήν· τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐξωθεν ἀγαθὰ ποιητικὰ λέγεσθαι τῆς εὐδαιμονίας τῷ συμβάλλεσθαι τι παρόντα· τοὺς δὲ νομίζοντας αὐτὰ συμπληροῦν τὴν εὐδαιμονίαν ἀγνοεῖν, ὅτι ἡ μὲν εὐδαιμονία βίος ἐστίν, ὁ δὲ βίος ἐκ πράξεως συμπεπλήρωται. Τῶν