Ancient Greek
3.133.2
Joannes Stobaeus Anthologus, Anthologium 3.133.2
Unproofread scanNot analysed yet
18 (12) [Πόσα μέρη τοῦ ἀγαθοῦ· καὶ περὶ σκο-ποῦ.] Διαιρεῖσθαι δὲ τἀγαθὸν εἰς τε τὸ καλὸν καὶ εἰς τὸ συμφέρον καὶ εἰς τὸ ἡδύ· καὶ τῶν μὲν κατὰ μέρος πράξεων τούτους εἶναι σκοποῦς· τὸ δ’ ἐκ πάντων αὐτῶν εὐδαιμονίαν. Εὐδαιμονίαν δ’ εἶναι ‘χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ χορηγουμένῃ’ ἢ ‘ζωῆς τελείας ἐνέργειαν κατ’ ἀρετὴν’ ἢ ‘χρῆσιν ἀρετῆς ἐν τοῖς κατὰ φύσιν ἀνεμπόδιστον’. Τὸ δ’ αὐτὸ καὶ τέλος ὑπάρχειν. Εἰ δὲ τὸ μὲν εὐδαιμονεῖν τέλος, ἢ δ’ εὐδαιμονία λέγεται σκοπὸς καὶ ὁ μὲν πλούτος ἀγαθόν, τὸ δὲ πλουτεῖν