Ancient Greek
3.139.2
Joannes Stobaeus Anthologus, Anthologium 3.139.2
Unproofread scanNot analysed yet
Ἐπὶ τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐκτὸς. Περὶ ψυχὴν μὲν, οἷον εὐφυΐαν τε καὶ τέχνην καὶ ἀρετὴν καὶ σοφίαν καὶ φρόνησιν καὶ ἡδονήν· περὶ σῶμα δὲ ὑγίειαν καὶ εὐαισθησίαν καὶ κάλλος καὶ ἰσχύν καὶ ἀριότητα καὶ πάντα τὰ μόρια σὺν ταῖς δυνάμεσι καὶ ἐνεργείαις· ἐκτὸς δὲ πλοῦτον καὶ δόξαν καὶ εὐγένειαν καὶ δυναστείαν καὶ φίλους καὶ συγγενεῖς καὶ πατρίδα. Τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν αἰεὶ φύσει παρεῖναι, καθάπερ [γὰρ] ὀξύτητα καὶ μνήμην, τὸ τε ὅλον εὐφυΐαν· τὰ δ’ ἐξ ἐπιμελείας παραγίνεσθαι, ὡς τὰς τε προπαιδεύσεις καὶ διατάς ἐλευθερίους· τὰ δ’ ἐκ τελειότητος ὑπάρχειν, οἷον φρόνησιν, δικαιοσύνην, τελευταῖον δὲ σοφίαν.