Ancient Greek
3.143.2
Joannes Stobaeus Anthologus, Anthologium 3.143.2
Unproofread scanNot analysed yet
Τὸ οὖν πρὸς ἡμᾶς μέσον ἄριστον, οἷον, φησὶν ὁ Θεόφραστος, ἐν ταῖς ἐντυχίαις οὐδὲ μὲν πολλὰ διελθὼν καὶ μακρῶς ἀδολεσχήσας, οὐδὲ δ’ ὀλίγα καὶ οὐδὲ ταναγαξία, οὕτως δὲ αὐτὰ ἃ ἔδει μόνα τὸν καιρὸν ἔλαβεν. Αὕτη μεσότης πρὸς ἡμᾶς ,αὕτη γὰρ ὑφ’ ἡμῶν ὡρίσται τῷ λόγῳ. Διὸ ἐστὶν ἡ ἀρετὴ ἔξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένη λόγῳ καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσειεν’ (Arist. Eth. Ni. II 6 p. 1106ᵇ 36—p. 1107ᵃ 2)· εἶτα παραθέμενος τινὰς συζυγίας, ἀκολουθῶς τῷ ὑφηγητῇ σκοπῶν ἔπειτα καθ’ ἕκαστα ἐπάγειν ἐπειράθη τὸν τρόπον τοῦτον· ἐλήφθησαν δὲ παραδειγμάτων χάριν αἵδε· σωφροσύνη, ἀκολασία, ἀναισθησία· πραότης, ὀργιλότης, ἀναλγησία· ἀνδρεία, θρασύτης, δειλία· δικαιοσύνη *****ἐλευθεριότης,