Ancient Greek
3.146.2
Joannes Stobaeus Anthologus, Anthologium 3.146.2
Unproofread scanNot analysed yet
Τῆς φιλίας δ᾽ εἶναι διαφορὰς τέσσαρας, ἐταιρικήν, συγγενικὴν, ξενικὴν, ἔρωτικὴν· εἰ δὲ καὶ τὴν εὐεργετικὴν καὶ θαυμαστικὴν συγκαταριθμητέον, λόγου δεῖν. Ἀρχὴν δὲ τῆς μὲν ἐταιρικῆς εἶναι τὴν συνήθειαν, τῆς δὲ συγγενικῆς τὴν φύσιν, τῆς δὲ ξενικῆς τὴν χρείαν, τῆς δὲ ἑρωτικῆς τὸ πάθος, τῆς δ᾽ εὐεργετικῆς τὴν χάριν, τῆς δὲ θαυμαστικῆς τὴν δύναμιν. Πασῶν δὲ συλλήβδην εἶναι τέλη τρία, τὸ καλόν, τὸ συμφέρον, τὸ ἡδύ. Πάντα γὰρ τὸν ὁπωσοὖν πρὸς φιλίαν ἰόντα δι᾽ ἕν τι τούτων ἢ διὰ πάντα τὴν φιλίαν αἱρεῖσθαι. Πρώτην μὲν οὖν, ὡς προέφην (p. 118,11sq.) ,εἶναι τὴν πρὸς ἑαυτὸν φιλίαν, δευτέραν δὲ τὴν πρὸς τοὺς γειναμένους· ἑρέξῃς δὲ τὰς πρὸς τοὺς ἄλλους οἰκείους καὶ ὀθνείους· διὸ καὶ ἐν μὲν τῇ πρὸς ἑαυτὸν εὐλαβεῖσθαι δεῖ τὴν ὑπερβολήν, ἐν δὲ ταῖς πρὸς τοὺς ἄλλους τὴν ἔλλειψιν· Τὸ μὲν γὰρ φιλαυτίας, τὸ δὲ φειδωλίας ἔχει διαβολήν.