Ancient Greek
3.148.3
Joannes Stobaeus Anthologus, Anthologium 3.148.3
Unproofread scanNot analysed yet
25 Τεθεωρημένων δὲ τούτων καὶ ταῦτα διαλάβωμεν· εἶναι μὲν γὰρ τὴν ἠθικὴν ἀρετὴν κοινῶς ἕξιν προαιρετικὴν τῶν μέσων ἡδονῶν τε καὶ λυπῶν, στοχαστικὴν τοῦ καλοῦ ἢ καλόν, τὴν δὲ κακίαν ὑπεναντίαν εἶναι ταύτῃ· κοινὴν δὲ δοξαστικῆς καὶ ἠθικῆς ἕξιν θεωρητικὴν καὶ προαιρετικὴν καὶ πρακτικὴν τῶν ἐν ταῖς πράξεσι καλῶν· τὴν δὲ διανοητικὴν καὶ τοῦ ἐπιστημονικοῦ **κοινὴν ἀκρότητα λογικῆς κατασκευῆς εἶναι θεωρητικὴν καὶ πρακτικὴν· σοφίαν δὲ ἐπιστήμην τῶν πρώτων αἰτίων· φρόνησιν δὲ ἕξιν βουλευτικὴν καὶ πρακτικὴν ἀγαθῶν καὶ καλῶν ἢ <ἀγαθὰ καὶ> καλά· ἀνδρείαν δὲ ἕξιν ἐν θάρρεσι