Ancient Greek
3.163.2
Joannes Stobaeus Anthologus, Anthologium 3.163.2
Unproofread scanNot analysed yet
Ἔστι τοίνυν οὐσία καὶ λόγος καὶ νόημα καὶ διάνοια. Φέρεται δ’ ἐπὶ τὴν διάνοιαν καὶ δόξα καὶ αἴσθησις. Ἱεται δ’ ὁ λόγος ἐπὶ τὴν οὐσίαν, τὸ δὲ νόημα δι’ αὐτοῦ Ἱεται. Ἐπιπλέκεται δὲ τὸ νόημα τῇ διανοίᾳ, ἐλθόντα δὲ δι’ ἀλλήλων μία ἰδέα ἐγένοντο, αὕτη δὲ ἐστὶν ἡ τῆς ψυχῆς. Φέρεται δ’ ἐπὶ τὴν αὐτῆς διάνοιαν δόξα καὶ αἴσθησις· ταῦτα δὲ ἐπὶ τοῦ αὐτοῦ οὐ μένει, ἐνθεν καὶ ὑπερβάλλει καὶ ἔλλειπε καὶ ἑαντῷ διαφέρεται· χειρὸν μὲν γίνεται, ὅταν ἀποσπασθῇ τῆς διανοίας· ὅταν δὲ ἀκολουθῇ καὶ πείθηται, κοινωνεῖ τῷ νοητικῷ λόγῳ διὰ τῶν μαθημάτων. Τὸ δὲ αἱρεῖσθαι ἔχομεν, τὸ γὰρ αἱρεῖσθαι τὸ χρεῖττον ἐφ’ ἡμῖν ἐστίν, ὁμοίως δὲ καὶ τὸ χειρὸν ἀκουσίως· ἔχουμένη γὰρ αἵρεσις τῶν κακῶν πλησιάζει τῇ σωματικῇ φύσει, διὰ τοῦτο τῷ ἐλομένῳ εἰμαρμένη δυναστεύει. Ἐπεὶ τοίνυν ἡ ἐν ἡμῖν