Ancient Greek
3.17.2
Joannes Stobaeus Anthologus, Anthologium 3.17.2
Unproofread scanNot analysed yet
32 (18 H. 19 G. M.) Πορφυρίου ἐκ τοῦ Περὶ Στυγός. Ἔστι δὲ ἡ τοῦ ποιητοῦ δόξα οὐχ ὡς ἂν τις νομίσειεν εὐληπτος. Πάντες μὲν γὰρ οἱ παλαιοὶ τὰ περὶ τῶν θεῶν καὶ δαιμόνων δι’ αἰνιγμῶν ἐσήμαναν, Ὅμηρος δὲ καὶ μᾶλλον τὰ περὶ τούτων ἀπέκρυψε, τῷ μὴ προηγουμενῶς περὶ αὐτῶν διαλέγεσθαι, καταχρήσθαι δὲ τοῖς λεγομένοις εἰς παράστασιν ἄλλων. Τῶν οὖν ἀναπτύσσειν ἐπιχειρησάντων τὰ δι’ ὑπονοίας παρ’ αὐτῷ λεγόμενα ἰκανώτατα δοκῶν ὁ Πυθαγόρειος Κρόνιος τοῦτ’ ἀπεργάσασθαι, ὅμως ἐν τοῖς πλείστοις ἄλλα τε ἐφαρμόζει ταῖς τεθείσαις ὑποθέσεσι,