Ancient Greek
3.172.3
Joannes Stobaeus Anthologus, Anthologium 3.172.3
Unproofread scanNot analysed yet
Θεῶν ψήφισμα παλαιόν, αἴδιον, πλατέεσι κατεσφραγισμένον ὀχχοῖς, φησὶν Ἐμπεδοκλῆς (v. 369. 370 Stein.) . Οἱ τε γὰρ νόμοι, οὐχ ἀναγκάζοντες, διαγορεύουσιν, ὡς ἐὰν ληστεύσης, τάδε 10 πείσῃ· ἐὰν δὲ ἀρσιτεύσης, τῶνδε τεύξῃ· οἱ τε καθ’ εἱμαρμένην θεσμοί, ἐὰν βίον ἔλῃ ἀνδρός, οὕτως ζήσῃ, οὐ μὴν ἐτι καὶ ἑλοῦ ἐκ παντὸς ἀναγκάζουσι· καὶ ἐὰν ἀνδράσι γενόμενος βίον ἔλῃ στρατιώτου, τάδε σε παθεῖν καὶ δράσαι ἀνάγκη, οὐ μὴν ἐτι βίον σε ἀνάγκη ἑλέσθαι στρατιώτου 15 καὶ τάδε παθεῖν <καὶ δράσαι> ἐξ ἀνάγκης. Δι’ ὁ κεῖται μὲν τὰ παραδείγματα καὶ τῶν πρώτων καὶ δευτέρων· ἐπὶ δὲ ταῖς ψυχαῖς ἐστι, τοὺς τε πρώτους ἑλέσθαι βίους καὶ ζῆσαι, φέρε, βίον ἀνθρώπων, τῶν τε δευτέρων ἑλέσθαι βίον τινά· ἑλομένῳ δὲ καὶ ζῶντι κατὰ τοῦτον, ἀνάγκη τά- 20 κόλουθα καὶ δράσαι καὶ παθεῖν.