Ancient Greek
3.187.1
Joannes Stobaeus Anthologus, Anthologium 3.187.1
Unproofread scanNot analysed yet
πότερα σώφρων ἢ ἀκόλαστος, εἰδ’ ἅπας ἀποκρίνεται ἐρω-τηθείς, ὅτι σώφρων». Καὶ ἀπλῶς ἂν ἐρωτᾶται τις πό-τερον ἀγαθὸς εἴη ἢ φαῦλος, φαίη ἂν ἀγαθός, καὶ ταύτ’ οὐκ ἂν ἔχων εἰπεῖν οὔτε διδάσκαλον αὐτοῦ καλοκαγαθίας, οὔτε μάθησιν ἀρετῆς ἢ ἄσκησιν τινὰ τυγχάνει πεποιημένος. Τοῦτ’ οὖν τινὸς ἄλλου τεκμηρίόν ἐστιν, ἢ τοῦ φυσικὴν εἶναι ὑποβολὴν τῇ τοῦ ἀνθρώπου ψυχῇ πρὸς καλοκαγα-θίαν καὶ σπέρμα ἀρετῆς ἑκάστῳ ἡμῶν ἐνεῖναι. Διὰ δὲ τὸ πάντως ἀγαθοὺς ὑπάρχειν προστίχειν ἡμῖν, οἱ μὲν ἀπατῶμεθα ὡς καὶ δι’ ὄντες ἀγαθοί, οἱ δὲ αἰσχυνόμεθα ὁμολογεῖν οὐκ ἐσμέν. Ἐπεὶ διὰ τί, πρὸς θεῶν, γράμματα μὲν ἢ μουσικὴν ἢ παλαιστρικὴν οὐδεὶς μὴ μα-θὼν εἰδέναι φησίν, οὐδ’ ἔχειν τὰς τέχνας ταύτας προσποι-εῖται, μὴ καὶ διδάσκαλον παρ’ ὃν ἐφοῖτα ἔχων εἰπεῖν, ἀρετὴν δὲ ἔχειν πᾶς ὑπισχνεῖται; ὅτι ἐκείνων μὲν οὐδενὸς φύσει τῷ ἀνθρώπῳ μέτεστιν, οὐδ’ ἥκει εἰς τὸν βίον ἔχων ὑποβολὰς ***