Ancient Greek
3.22.2
Joannes Stobaeus Anthologus, Anthologium 3.22.2
Unproofread scanNot analysed yet
6 Ἐκ τῆς Ἰαμβλίχου ἐπιστολῆς πρὸς Σώπα-τρον περὶ διαλεκτικῆς. Πάντες ἄνθρωποι χρῶνται τῷ διαλέγεσθαι, ἐμφυτον ἐκ νέων ἔχοντες τήνδε τὴν δύναμιν καὶ μέχρι τινός, οἱ μὲν μᾶλλον οἱ δὲ ἧττον αὐτῆς μετέχοντες. Τὸ δὴ τῶν Θεῶν δῶρον οὐδένα τρόπον δεῖ προίεσθαι· ἀλλὰ καὶ ἐν μελέ-ταις καὶ ἐμπειρίαις καὶ τέχναις αὐτὸ κρατίνειν ἀξίον. Ὅρα γὰρ ὅτι καὶ παρ' ὅλον τὸν βίον διατελεῖ χρησιμά-τατον ὂν διαφερόντως, ἐν μὲν ταῖς ἐντεύξεσι προσομιλοῦν τοῖς ἀνθρώποις κατὰ τὰς κοινὰς ἔννοιαις καὶ δόξας· ἐν δὲ ταῖς εὐρέσει τῶν τεχνῶν τὰς πρώτας ἀρχὰς αὐτῶν ἀνευ-ρίσκον· λογιζόμενον δὲ πρὸ τῶν ἔργων, ὅπως αὐτὰ χερὶ πράττειν· προγυμνασία δὲ καὶ πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας θαυμασίας οἷας μεθόδους παρεχόμενον. Εἰ δὲ δεῖ καὶ τὰ πρὸ τούτων ἔννοεῖν, οὐκ ἔστιν οὐδὲν μόριον φιλοσοφίας ἄνευ τοῦ κατὰ διαλεκτικὴν λόγου παραγενο-μένου· ἀλλὰ καὶ εἰ τι φυσικὸν δόγμα ἀνευρίσκομεν, λογ-