Ancient Greek
3.224.2
Joannes Stobaeus Anthologus, Anthologium 3.224.2
Unproofread scanNot analysed yet
Ἡ μὲν τρυφὴ δύσκολα καὶ ἀκράτολα καὶ σφόδρα ἀπὸ σμικρῶν κινούμενα τὰ τῶν νέων ἥδη ἀπεργάζεται, τὸ δὲ τούτου ἐναντίον ἢ τε σφοδρὰ καὶ ἀγρία δουλωσις ταπεινοῦς τε καὶ ἀνελευθέρους καὶ μισανθρώπους ποιοῦσα ἀνεπιηθείους ξυνοίκους ἀποτελεῖ . . . . τοῖς δὲ παιδίοις τὸ δῆλωμα ὧν ἐξῆ καὶ μισεῖ κλαυθμοναὶ καὶ βοαί, σημεῖα οὐδαμῶς εὐτυχῆ· ἔστι δὲ ὁ χρόνος οὗτος τριῶν οὐκ ἐλάττων ἐτῶν, μόριον οὐ σμικρὸν τοῦ βίου διαγαγεῖν χειρὸν ἢ μὴ χειρόν. —Ὀρθῶς λέγεις. —Ὁ δὴ δύσκολος οὐδαμῶς τε ἵλεως ἀρ’ οὐ δοκεῖ σφῶν θρηνηδὴς τε εἶναι καὶ ὀδυρμῶν ὡς ἐπὶ τὸ πολὺ πλήρης μᾶλλον ἢ χρεῶν ἐστι τῶν ἀγαθῶν; . . . ὁ μὲν γὰρ ἐμὸς λόγος οὐθ’ ἡδονὰς φησι δεῖν διώκειν τὸν ὀρθὸν βίον οὐτ’ αὖ τὸ παράπαν φεύγειν τὰς λύπας, ἀλλ’ αὐτὸ ἀσπάζεσθαι τὸ μέσον, ὁ νῦν δὴ προσεῖπον ὡς ἵλεων ὀνομάσας.