Ancient Greek
3.228.4
Joannes Stobaeus Anthologus, Anthologium 3.228.4
Unproofread scanNot analysed yet
Ἔτι δὲ τοίνυν τοῖς ἐλευθέροις ἔστι τρία μαθήματα, λογισμοὶ μὲν καὶ τὰ περὶ ἀριθμοὺς ἐν μάθημα, μετρικὴ δὲ μήκους καὶ ἐπιπέδου καὶ βάθους ὡς ἐν αὐ δεύτερον, τρίτον δὲ τῆς τῶν ἀστρῶν περιόδου πρὸς ἀλλήλα ὡς πέφυκε πορεύεσθαι. ταῦτα δὲ ξύμπαντα, οὐχ ὡς ἀκριβείας ἔχοντα δεῖ διαπνεῖν τοὺς πολλούς, ἀλλὰ τινας ὀλίγους· οὓς δέ, προϊόντες ἐπὶ τῷ τέλει φράσομεν. οὕτω γὰρ πρεπόν ἀν εἴη· τῷ δὲ πλήθει ὅσα αὐτῶν ἀναγκαῖα . . . ἀλλ’ ἔοικεν ὁ τὸν θεὸν πρῶτος παροιμιασάμενος εἰς ταῦτα ἀποβλέψας εἰπεῖν, ὡς οὐδὲ θεὸς ἀνάγκη μὴ ποτε φανῆ μαχόμενος, ὅσαι θεῖαι γε, οἶμαι, τῶν ἀναγκῶν εἰσιν· ἐπεὶ τῶν γε ἀνθρωπίων, εἰς ἃς οἱ πολλοὶ βλέποντες λέγουσι τὸ τοιοῦτον, οὗτος πάντων λόγων εὐηθέστατός ἐστι μακρῷ. —Τίνες οὖν, ὦ ξένε, αἱ μὴ τοιαῦται ἀνάγκαι τῶν μαθημάτων, θεῖαι δέ; —Δοκῶ μέν, ὡς μὴ τις πράξας μηδὲ αὐ μαθὼν οὐκ ἂν ποτε γένοιτο ἐν ἀνθρώποις θεὸς οὐδὲ δαίμων οὐδὲ ἥρως.