Ancient Greek
3.232.5 to 3.232.6
Joannes Stobaeus Anthologus, Anthologium 3.232.5-6
Unproofread scanNot analysed yet
118 Γεωμέτρης τις τὸν Διογένην ἀπαίδευτον καὶ ἄμαθῆ ἐκάλεῖ· ὁ δέ, „συγγίνωσκέ μοι“, ἔφη, „μὴ μαθόντι ἂ μηδὲ Χείρων τὸν Ἀχιλλέα ἐδίδαξε [τοὔτεστι γεωμετρεῖν]“. 119 Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεων. Ἐφασχον δὲ καὶ τὰς μαθήσεις πάσας τῶν τε ἐπιστημῶν καὶ τῶν τεχνῶν τὰς μὲν ἐκονσίους ὀρθὰς τε εἶναι καὶ εἰς τέλος ἀφικνεῖσθαι, τὰς δὲ ἀκουσίους φαύλους τε καὶ ἄτελεῖς γίνεσθαι.