Ancient Greek
3.236.8
Joannes Stobaeus Anthologus, Anthologium 3.236.8
Unproofread scanNot analysed yet
ἑλαίας καὶ τὸ σκέλος συντρίψαντος· „νέος ἄρα“, ἔφη, „παιδαγωγὸς πέφηγεν“, οὐκ ἀπιθάνως τῆς ὑπουργίας τέλος ἐπιθεῖναι τὸ πρόσφορον, καὶ τῆς τῶν παίδων τοίνυν εὐξείας ἡ πρώτη βελτίστη τῆς φύσεως πρόοδος ὁδὴ πρόεισιν ἐπὶ τὴν τελειότητα τεταγμένης, ἐφ’ ἧνπερ αὐτὴν προχωρεῖν ἀξιον· ταύτην τοίνυν ἡ ὀρθὴ παιδεία δεόντως προοδηγεῖ, σπέρματα τῶν ἀρετῶν ἤδη προκαταβαλλομένη καὶ ἐν ἀπαλαῖς ἔτι καὶ ἀβάτοις ψυχαῖς θαυμαστὴν οἰκεῖωσιν ἐμποιοῦσα πρὸς τὴν τῶν καλῶν ἐπιτήδευσιν. Πρώτον μὲν οὖν διὰ τῶν αἰσθήσεων ἐν πατρὶ καὶ μητρὶ καὶ παιδαγωγῷ καὶ διδασκάλῳ προτείνει παράδειγμα τῶν καλῶν ἔργων, ἵνα οἱ θεώμενοι παῖδες αὐτὰ ζηλώσι τὴν πρὸς αὐτοὺς ἀφομοίωσιν· ἔπειτα τοῖς ἕθεσιν ἄγει καλῶς καὶ ἐμποιεῖ τὰ σπουδαῖα ἥθη, μήπω δυνάμενων αὐτῶν λόγῳ λαμβάνειν, διὰ [τε] τῆς συνήθειας τῶν καλῶν τρέπουσα αὐτῶν τὰς ψυχὰς πρὸς τὸ βέλτιον, ἐπὶ δὲ τούτοις συμφωνίαν ἡδονῆς καὶ λύπης πρὸς τὰ καλά <καὶ αἰσχρά> ἔργα παρασκευάζει, ὥστε μὴ μόνον πράττειν τὰ καλά ἔργα, ἀλλὰ καὶ χαίρειν ἐπ’ αὐτοῖς συμμετρόως, μηδὲ ἀποφεύγειν μόνον τὰ αἰσχρά, ἀλλὰ καὶ δυσχεραίνειν αὐτὰ ἐγκαιρότατα· προάγουσι δὲ αὐτοῖς ἐνταῦθα, ὃ χρὴ προηγεῖσθαι παντὸς [τοῦ] ὀρθοῦ βίου, τὴν ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνην καὶ ἐπὶ τοῖς καλοῖς φιλοτιμίαν ἐντίθησι, δι’ ὧν ἀπάγονται μὲν πάντων τῶν αἰσχρῶν καὶ εὐλάβειάν τινα πρὸς αὐτὰ κτῶνται, ἐφίενται δὲ τῶν ἀγαθῶν καὶ πρὸς αὐτὰ σύντονον ὁρμὴν προσλαμβάνουσι· μετὰ δὲ ταῦτα προστάγματά τινα νοῦθεται, μικρὰ μὲν ὄντα τοῖς ὅμμασι, μεγάλην δέ τινα δύναμιν τοῖς τηλικούτοις παρεχόμενα, οἷον τὸ „δεῖ“ καὶ ποτε „οὐ δεῖ“ καὶ τὸ „μέχρι πόσου; “καὶ „ποίόν τι τὸ ἄριστόν ἐστι [μέτρον]; “καὶ „τίς τὰ τοιαῦτα; “συμμετρίαν αὐτοῖς ἐναρμόζει τὴν πρὸς ἀλλότριον λόγον συνταττομένην,