Ancient Greek
3.24.1
Joannes Stobaeus Anthologus, Anthologium 3.24.1
Unproofread scanNot analysed yet
τοῦ καλῶς ἐρωτᾶν ὁρῶμεν ἐκφαινομένας. Δεύτεραι δ᾽ ἂν εἶεν αἱ μαίειας ἕνεκα προσαγόμεναι καὶ τὰ γεννηθέντα εἰς φῶς προάγουσαι καὶ διακρίνουσαι τινὰ μὲν αὐτῶν ἀληθῆ, τινὰ δὲ ψευδῆ. ἀλλὰ καὶ αὗται πᾶσαι διὰ τῆς διαλεκτικῆς τὸ κῆρος ἔχουσιν· ἐπειδὴ αὗται εἰσιν αἱ διὰ τῶν ἐλέγχων καθάρσεις τῆς διανοίας, παρατιθεῖσαι τἀναντία δοξάσματα τῶν προσδιαλεγομένων καὶ συγκρούουσαι αὐτὰ πρὸς ἀλλήλα. Ἄλλαι δὲ πείρας ἕνεκα καὶ γυμνασίας προσφερόμεναι τοῖς ἐπηχόοις, ἢ ὅσαι εἰς θέσιν ἐπιχειροῦσιν, ἢ εἴ τινες ἐξετάζουσι τὰς τῶν παλαιῶν ἀκροάσεις· ὧν οὐδεμία διαλεκτικῆς περαίνει τὸ ἑαυτῆς ἔργον. Ὁλως δὲ οὐχ οἷόν τε λόγον διδόναι καὶ λαμβάνειν δεόντως, εἰ μὴ τις κτήσαιτο ταύτην τὴν περὶ τὸν λόγον ἐπιστήμην.