Ancient Greek
3.243.4
Joannes Stobaeus Anthologus, Anthologium 3.243.4
Unproofread scanNot analysed yet
Λόγου δὲ ποτε γενομένου περὶ ἀποδείξεων, ὡς χρῆ ἀκούειν τοὺς νέους παρὰ τῶν φιλοσόφων πρὸς κατάληψιν ὧν μανθάνουσιν, ἔφη ὁ Μουσώνιος, οὐχὶ πολλάς ἐφ’ ἕκαστον πράγματος ζητεῖν ἀποδείξεις προσήκειν, ἀλλ’ ἀνυσίμους καὶ ἐνεργεῖς. Οὔτε γὰρ ἰατρὸς ἐκεῖνος, ἔφη, ἐπαινετὸς ὁ φάρμακα πολλὰ προσφέρων τοῖς νοσοῦσιν, ἀλλ’ ὁ δι’ ὀλίγων ὧν προσφέρει λόγου ἀξίως ὠφελῶν· οὔτε φιλόσοφος ὁ διὰ πολλῶν ἀποδείξεων διδάσκων τοὺς ἀκούοντας, ἀλλ’ ὁ δι’ ὀλίγων ἐπάγων αὐτοὺς ἐφ’ ὃ μέντοι βούλεται· καὶ ὁ ἀκροατὴς ὡςπερ ἂν ἡ συνετώτερος, τοσούτῳ μειόνων δεήσεται τῶν ἀποδείξεων καὶ τοσούτῳ ἧττον συναίνεισει τῷ κεφαλαίῳ τοῦ λόγου, ὅντι γε ὑγιεῖ. Ὅστις δὲ πανταχοῦ δεῖται ἀποδείξεως καὶ ὅπου σαφῆ τὰ πράγματά ἐστιν, ἢ διὰ πολλῶν ἀποδεικνύσθαι βούλεται αὐτῷ τὰ δι’ ὀλίγων δυνάμενα, παντάπασιν ἄτοπος καὶ δυσμαθής. Θεοὺς μὲν οὖν εἰκὸς οὐδεμιᾶς ἀποδείξεως δεῖσθαι πρὸς οὐδέν, ὅτι μήτε ἀσαφὲς μήτε ἄδηλόν ἐστιν αὐτοῖς μηδέν, πρὸς μόνα δεῖ τῶν ἀποδείξεων· τοὺς δὲ ἀνθρώπους ἀνάγκη τὰ μὴ φανερὰ μηδ’ αὐτόθεν γνώριμα διὰ τῶν φανερῶν καὶ προδήλων ζητεῖν ἀνευρίσκειν, ὅπερ ἔργον ἀποδείξεώς ἐστιν. Οἷον, ὅτι ἡδονὴ οὐκ ἔστιν ἀγαθόν, αὐτόθεν μὲν οὐ δοκεῖ εἶναι γνώριμον, ἐπειδὴ ἔργῳ προσκαλεῖται ἡμᾶς, ὡς ἀγαθὸν οὖσα, ἡ ἡδονή· λαβόντος δέ τινος λῆμμα γνώριμον, τὸ πᾶν ἀγαθὸν αἱρετὸν εἶναι καὶ προσλαβόντος ἕτερον γνώριμον τούτῳ, τὸ τινὰς ἡδονὰς οὐχ αἱρετὰς εἶναι, ἀποδεικνύομεν τὸ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονήν, διὰ τῶν γνωρίμων τὸ μὴ γνώριμον. Πάλιν ὡς ὁ πόνος οὐκ ἔστι κακόν, αὐτόθεν μὲν οὐ φαίνεται πιθανόν· τοῦναντίον γὰρ τούτου δοκεῖ πιθανώτερον, τὸ κακὸν εἶναι τὸν πόνον· τεθέντος δὲ φανεροῦ λήμματος, τοῦ πᾶν τὸ κακὸν φευκτὸν εἶναι καὶ προστεθέντος αὐτῷ φανερωτέρου, τοῦ πόνους πολλοὺς οὐκ εἶναι φευκτούς,