Ancient Greek
3.246.4
Joannes Stobaeus Anthologus, Anthologium 3.246.4
Unproofread scanNot analysed yet
Ἵνα δὲ ἐπὶ τὴν ἀρχὴν ἐπανέλθω τοῦ λόγου, φημὶ δεῖν τὸν διδάσκαλον τὸν φιλόσοφον μὴ λόγων πλήθος μηδ’ ἀποδείξεων ζητεῖν διεξιέναι πρὸς τοὺς μαυνθάνοντας, ἀλλὰ καιρίως περὶ ἑκάστου λέγειν καὶ καθικνεῖσθαι τῆς διανοίας τοῦ ἀκούοντος καὶ ***στιχὰ εἶναι λέγειν καὶ ἀνατραπῆναι μὴ ῥάδια· καὶ μάλιστα γε τῷ παρέχειν αὐτὸν περὶ τε τῶν χρησιμωτάτων λέγοντα καὶ ὁμολογούμενα οἷς λέγει πράττοντα, τούτῳ μεταχειριζόμενον τοὺς ἀκούοντας· τὸν δὲ μαθητὴν ἐντετάσθαι πρὸς τὰ λεγόμενα καὶ σκοπεῖν μὲν ὅπως μὴ λάθῃ ψευδὸς τι παραδεξάμενος· τῶν δὲ ἀληθῶν μὴ μὰ Δία πολλάς ζητεῖν ἀποδείξεις ἀκούειν,