Ancient Greek
3.253.1
Joannes Stobaeus Anthologus, Anthologium 3.253.1
Unproofread scanNot analysed yet
δὲ, ὦ γενναῖε, φήσεις, ἔστι τοῦτον λαβεῖν; Παρὰ φιλοσόφων ἀνδρῶν, οὓς θεῖους λέγων ὅσι’ ἂν εἴποιμι. Τούτων γὰρ νόμος οὐδεὶς ἄρχει γραφεὶς ὑπὸ φαύλων ἀνδρῶν δόξη ψευδεῖ ἐπιχρωσμένος, τὸ δὲ ξυγγενὲς τῆς φύσεως ἄγει πρὸς τὰ κρεῖττω μαθήματα· ψευδῆ ψωφισθεὶς παρανόμων δίκην· οὐ γὰρ ἀνθρωπίνων νόμων ἐραστὴς ἀλῶση, οὐδὲ ξενικῶν ἔση ἐπαινέτης, θείων δὲ καὶ αἰωνίων παντὸς πάντη ἀξιωμαθητοτέρων εἶναι νομιζομένων. Ὅδος μὲν οὖν ὧδε σοι δεδηλώσθω· δύναμαι δέ σοι ἀφηγήσασθαι, ὅσα ἀρετῆς ἔρωτα ἐμβάλλει, τὰ δὲ μείζω καὶ πλεῖω κρειττόνων ἂν εἴη. Τροφή· μὲν οὖν ἔστω σώματος ἥπερ ἐν Ἀάκωσι· ψυχῆς δὲ νέας καὶ ἀρτιφνοῦς λόγοι ὁδὰς ἔχοντες ἀνδρῶν ἐπ’ ἀρετῇ τὸν βίον διενργοχότων· παιδαὶ δὲ ἀκοσμοι ἢ μῦθοι γραφῶν ἐμβάλλοντες φρόνημα ταπεινὸν ἀπίπτωσαν· τὸ δὲ πλεῖον ἔστω σὺν ἀνδράσι σώφροσιν, ἐνθα ὁμοία ὕφεται ἴσα τε ἀκούσεται. Πέφυκε δὲ πάντων μὲν ζώων κρατεῖν τὸ ἔθος, παντὸς δὲ μᾶλλον ἀνθρώπου. Κινδυνεύομεν δέ, ὦ Ἀγησίλαε, μιμηταὶ εἶναι τῶν λεγομένων τε καὶ δρωμένων.