Ancient Greek
3.260.3
Joannes Stobaeus Anthologus, Anthologium 3.260.3
Unproofread scanNot analysed yet
15 Ἰάμβλιχος Μακεδονίῳ περὶ Ὁμονοίας. Ἡ ὁμόνοια, καθάπερ αὐτὸ τὸ ὄνομα βούλεται ἐνδεικνυσθαι, συναγωγὴν ὁμοίου τοῦ νοῦ κοινωνίαν τε καὶ ἕνωσιν ἐν ἑαυτῇ συνέλιψεν· ἀφορμηθεῖσα δὲ οὖν ἐντεῦθεν ἐπὶ πόλεις καὶ οἴκους, κοινούς τε συλλόγους πάντας καὶ ἰδίους [οἴκους], φύσεις τε καὶ συγγενείας πάσας ἐπιπορεύεται, κοινὰς τε καὶ ἰδίας ὡσαύτως· ἐπὶ δὲ περιέχει καὶ τὴν ἑνὸς ἑκάστου πρὸς ἑαυτὸν ὁμογνωμοσύνην· ἐφ’ ἑνὸς μὲν γὰρ τινος νοήματος καὶ μιᾶς γνώμης κυβερνώμενος ὁμονοεῖ πρὸς ἑαυτόν, διχογνωμονῶν δὲ πρὸς ἑαυτὸν καὶ ἀνόμοια λογιζόμενος διαστασιάζει· καὶ ὁ μὲν ἐπὶ τῆς αὐτῆς ἐπιμένων διανοήσεως ὁμοφροσύνης ἐστὶ πλήρης· ὁ δὲ ἅστατος τοῖς λογισμοῖς καὶ ἄλλοτε ἐπ’ ἄλλην δόξην φερόμενος ἀστάθητός ἐστι καὶ πολέμιος πρὸς ἑαυτόν.