Ancient Greek
3.265.5
Joannes Stobaeus Anthologus, Anthologium 3.265.5
Unproofread scanNot analysed yet
16 (D. 26) Ἰαμβλίου Σωπάτρω. Φευκτὴ μὲν οὖν ἐστὶν ἡ ἀχαριστία δι’ ἑαυτήν· ἀχθεσθείη δ’ ἂν τις πρὸς αὐτὴν δικαιότερον, ἐπειδὴ κωλύει τὰγαθὸν προίεναι καὶ ἐκφαίνεσθαι, τὴν τε χώραν αὐτῶν παντελῶς ἀνατρέπει καὶ κατακλείει πῶς εἰς στενὸν τὰς ἔξω διαφαινομένας τῶν καλῶν ἐνεργείας, ἀποστερεῖ δὲ καὶ τὸ κοινὸν τῆς θείας βοηθείας πάσης· διὰ τοῦτ’ ἐστὶ πάνδεινον. παντὶ ἀνδρὶ παρακελεύομαι πρῶτον, λόγον ὀρθὸν κατέχειν εὐεργεσιῶν μετὰ φιλίας· δεύτερον, εὐχαρίστως τὰς εὐεργεσίας παραλαμβάνειν καὶ προκαλεῖσθαι τὰς μείζονας εὐποιίας διὰ τῆς εὐχαριστίας.