Ancient Greek
3.28.1
Joannes Stobaeus Anthologus, Anthologium 3.28.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ῬΗΤΟΡΙΚΗΣ. 1 Πλάτωνος ἐκ τοῦ Ἀλκιβιάδου β' (p. 145E). Ποίαν οὖν οἶει πολιτείαν εἶναι τοξοτῶν τε ἀγαθῶν καὶ αὐλητῶν, ἐπὶ δὲ καὶ ἀθλητῶν τε καὶ τῶν ἄλλων τεχνιτῶν, ἀναμεμιγμένων ἐν τούτοις οἷς ἄρτι εἴρηκαμεν, τῶν τε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτιννύναι, πρὸς δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φροσόντων, ἀπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης καὶ τοῦ εἰδότος ὅπότε βέλτιστον ἐνὶ ἑκάστῳ τούτων χρῆσασθαι καὶ πρὸς τίνα; —Φαῦλην τινὰ ἐγωγε, ὦ Σώκρατες.