Ancient Greek
3.35.3
Joannes Stobaeus Anthologus, Anthologium 3.35.3
Unproofread scanNot analysed yet
18 Τοῦ αὐτοῦ ἐκ τοῦ Φαίδρου (p. 274B—275D). Οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἰκανῶς ἔχετω. —Τί μήν; —Τὸ δ’ εὐπρεπείας <δὴ γραφῆς πέρι καὶ ἀπρεπείας>, πῇ γυγνόμενον καλῶς ἂν ἔχοι, καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν. ἧ γάρ; —Ναί. —Οἶσθ’ οὖν ὅπῃ μάλιστα θεῷ χαριεῖ λόγων πέρι πράττων ἢ λέγων; —Οὐδαμῶς· σὺ δέ; —Ἀκοὴν γ’ ἔχω λέγειν τῶν προτέρων· τὸ δ’ ἀληθὲς αὐτοὶ ἴσασιν. Εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γ’ ἂν ἐθ’ ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων; —Γελοῖον ἦρον· ἀλλ’ ἂ φῇς ἀκηκοέναι, λέγε. —Ἤκουσα τοίνυν περὶ Ναῦκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὓ καὶ τὸ ὄρειον ἱερόν, ὃ δὴ καλοῦσιν Ἰβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεῦθ. Τοῦτον δὴ πρῶτον ἀριθμὸν τε καὶ λογισμὸν εὑρεῖν, καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἐπὶ δὲ πεπτείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα. Βασιλέως δ’ αὐ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου, ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεῦθ τὰς τέχνας ἐπέδειξε, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις. Ὁ δὴ ἦρετο ἣν δὴ ἑκάστη ἔχει ὠφέλειαν. Διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ καλῶς δοκοίη λέγειν, τὸ μὲν ἐψευδε, τὸ δ’ ἐπῄνει. Πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπ’ ἀμφότερα Θαμοῦν τῷ Θεῦθ λέγεται ἀποφήνασθαι, ἂ λόγος πολὺς μὲν ἂν εἴη διελθεῖν· ἐπειδὴ δ’ ἐπὶ τοῖς γράμμασιν ἦν, Τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα, ἔφη ὁ Θεῦθ, σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει, μνήμης τε γὰρ καὶ σοφίας φάρμακον εὑρέθη. Ὁ δ’ εἶπεν,