Ancient Greek
3.38.3
Joannes Stobaeus Anthologus, Anthologium 3.38.3
Unproofread scanNot analysed yet
<PEPI ΠΟΙΗΤΙΚΗΣ> 1 Πλάτωνος Νόμων δ’ (p. 719C). Παλαιὸς μῦθος, ὦ νομοθέτα, ὑπὸ τε αὐτῶν ἡμῶν ἀεὶ λεγόμενός ἐστι καὶ τοῖς ἄλλοις πᾶσιν ξυνδεδογμένος, ὅτι ποιητὴς ὁπόταν ἐν τῷ τρίποδι τῆς Μούσης καθίζηται, τότε οὐκ ἔμφρων ἐστίν, οἷον δὲ κρήνη τις τὸ ἐπιὸν δεῖν ἐτοίμως ἐξ· καὶ τῆς τέχνης οὕσης μιμήσεως ἀναγκάζεται, ἐναντίως ἀλλήλοις ἀνθρώπους ποιῶν διατιθεμένους, ἐναντία λέγειν αὐτῷ πολλάκις· οἶδε δὲ οὐτ’ εἰ ταῦτα οὐτ’ εἰ ἄτερα ἀληθῆ τῶν λεγομένων.