Ancient Greek
3.47.3
Joannes Stobaeus Anthologus, Anthologium 3.47.3
Unproofread scanNot analysed yet
[II 52]Τοῦ δὲ περὶ τῆς πράξεως λόγου ὁ μὲν ἐστὶ περὶ τῶν οἰκειοῦντων πρὸς τινὰς πράξεις, ὁ δὲ περὶ τῶν ἀλλοτριούντων ἀπὸ τινων πράξεων, ὁ δὲ τῶν αἰτίων ἀποδοτικὸς τῶν ἐπιτελούντων τινὰς σχέσεις ἢ κινήσεις, ὁ δὲ περὶ τῆς ἀσκήσεως, ὁ δὲ περὶ τῆς ἰδίως καὶ ὁμωνύμως τῷ γένει λεγομένης πράξεως. Καὶ ὁ μὲν περὶ τῶν οἰκειοῦντων πρὸς τινὰς πράξεις διαιρεῖται εἰς τε τὸν ὑποθετικὸν καὶ τὸν προτρεπτικόν· ἐνιοὶ γὰρ καὶ τοῦτον ὑπὸ τόνδε τάττουσιν. Ὁ δὲ περὶ τῶν ἀποτρεπόντων καλεῖται παραμυθητικός, ὃς καλούμενός ἐστι πρὸς ἐνίων παθολογικός· τοῦ δὲ περὶ τῆς ὁμωνύμως λεγομένης πράξεως καὶ εἰδικῆς ὁ μὲν ἐστὶ περὶ τῶν καθηκόντων, ὁ δὲ περὶ τῶν κατορθωμάτων. Ἐπεὶ δὲ τῶν καθηκόντων καὶ τῶν κατορθωμάτων ἃ μὲν ἐστὶ καθ’ ἑαυτά, ἃ δὲ κατὰ τὴν πρὸς τοὺς πλησίον σχέσιν, συνέστη τόπος ὁ περὶ τῶν χαρίτων ἐκ τοῦ λόγου τοῦ κατὰ τὴν πρὸς τοὺς πλησίον σχέσιν ὑπάρχων. Πάλιν δ’ ἐπεὶ τῶν καθηκόντων καὶ τῶν κατορθωμάτων ἃ μὲν λέγεται σύνθετα, ἃ δὲ ἀσύνθετα, συνέστη <ἐκ τοῦ> κατὰ τὰ σύνθετα ὁ περὶ βίων λόγος, οὐ μέρος