Ancient Greek
3.49.5
Joannes Stobaeus Anthologus, Anthologium 3.49.5
Unproofread scanNot analysed yet
τητικῶν τῶν ἀπὸ Κριτολάου „τὸ ἐκ πάντων τῶν ἀγαθῶν συμπεπληρωμένον“ (τοῦτο δὴ ἦν „τὸ ἐκ τῶν τριῶν γενῶν“), οὐκ ὀρθῶς. Οὐ γὰρ πάντα τἀγαθά μέρη γίνεται τοῦ τέλους· οὔτε γὰρ τὰ σωματικά, οὔτε τὰ ἀπὸ τῶν ἐκτὸς, τὰ δὲ τῆς ψυχικῆς ἀρετῆς ἐνεργήματα μόνης. 15 Κρεῖττον οὖν ἦν εἰπεῖν ἀντὶ τοῦ „συμπληρούμενον“ „ἐνεργούμενον“, ἵνα τὸ χρηστικὸν τῆς ἀρετῆς ἐμφαίνεται. Τοῦτο δ᾽ οἱ κατ᾽ Ἐπίκουρον φιλοσοφοῦντες οὐ προσδέχονται λέγειν „ἐνεργούμενον“, διὰ τὸ παθητικὸν ὑποτίθεσθαι τὸ τέλος, οὐ πρακτικόν (ἡδονὴ γάρ)· ὅθεν καὶ τὴν ἔννοιαν 20 ἀποδιδόασιν τοῦ τέλους „τὸ οἰκείως διατιθέναι ἐξ ἑαυτοῦ πρὸς αὐτὸ χωρὶς τῆς ἐπ᾽ ἄλλο τι ἀπάσης ἐπιβολῆς“.