Ancient Greek
3.52.8
Joannes Stobaeus Anthologus, Anthologium 3.52.8
Unproofread scanNot analysed yet
τέλος ὁμοίωσιν θεῷ. Σαφέστερον δ’ αὐτὸ διήρθρωσε Πλάτων προσθεις τὸ ‘κατὰ τὸ δυνατόν’ (Theaet. p. 176B), Πλάτωνος <οὐ πολύδοξον>. Εἴρηται δὲ καὶ τὰ περὶ τοῦ τέλους αὐτῷ πολλάκις. Καὶ τὴν μὲν ποικιλίαν τῆς φρά-σεως ἔχει διὰ τὸ λόγιον καὶ μεγαλόρροhon, εἰς δὲ ταὐτὸ καὶ σύμφωνον τοῦ δόγματος συντελεῖ. Τοῦτο δ’ ἐστὶ τὸ κατ’ ἀρετὴν ζῆν. Τοῦτο δ’ αὐ κτῆσις ἄμα καὶ χρῆσις τῆς τελείας ἀρετῆς. Ὅτι δὲ τέλος αὐτὴν ἡγεῖται, τέταχεν ἐν Τιμαίῳ (l. s.) καὶ τοὔνομα· φράσω δὲ καὶ τὰχρο-τελευταῖον τῆς περιοχῆς· ἔχει δ’ οὕτως· „ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρὸς τε τὸν παρόντα καὶ τὸν μέλλοντα“.