Ancient Greek
3.63.1
Joannes Stobaeus Anthologus, Anthologium 3.63.1
Unproofread scanNot analysed yet
καὶ κακῶν καὶ οὐδετέρων, ἥ ἄγνοιαν ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων· ἀκολασίαν δὲ ἄγνοιαν αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· <ἀδικίαν δὲ ἄγνοιαν μὴ ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ>· δειλίαν δὲ ἄγνοιαν δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Παραπλησίως δὲ καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας ὁρίζονται, τῶν εἰρημένων ἔχοντες. Κοινότερον δὲ τὴν ἀρετὴν διάθεσιν εἶναι φασὶ ψυχῆς σύμφωνον αὐτῇ περὶ ὅλον τὸν βίον.