Ancient Greek
3.64.1
Joannes Stobaeus Anthologus, Anthologium 3.64.1
Unproofread scanNot analysed yet
εὐλογιστίαν δὲ ἐπιστῆμην ἀνταιαιρετικὴν καὶ συγκε-φαλαιωτικὴν τῶν γινομένων καὶ ἀποτελουμένων· ἀγχι-νοιαν δὲ ἐπιστῆμην εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦπαραχρῆμα· νουνέχειαν δὲ ἐπιστῆμην (τῶν χειρόνωνκαὶ βελτιόνων· εὐστοχίαν δὲ ἐπιστῆμην) ἐπιτευκτικὴντοῦ ἐν ἑκάστῳ σκοποῦ· εὐμηχανίαν δὲ ἐπιστῆμην εὑρε-τικὴν διεξόδου πραγμάτων· εὐταξίαν δὲ ἐπιστῆμην τοῦπότε πρακτέον, καὶ τί μετὰ τί, καὶ καθόλον τῆς τάξεωςτῶν πράξεων· κοσμιότητα δὲ (ἐπιστῆμην) πρεπουσῶνκαὶ ἀπρεπῶν κινήσεων· αἰδημοσύνην δὲ ἐπιστῆμηνεὐλαβητικὴν ὀρθοῦ ψόγου· ἐγκράτειαν δὲ ἐπιστῆμηνἀνυπέρβατον τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων· χαρ-τερίαν δὲ ἐπιστῆμην ἐμμενητικὴν τοῖς ὀρθῶς κριθέσι· θαρραλεότητα δὲ ἐπιστῆμην καθ’ ἣν οἴδαμεν ὅτιοὐδενὶ δεινῷ μὴ περιπέσωμεν· μεγαλοψυχίαν δὲἐπιστῆμην ὑπεράνω ποιούσαν τῶν πεφυκότων ἐν σπου-δαίοις τε γίνεσθαι καὶ φαύλοις· εὐψυχίαν δὲ ἐπιστή-μην ψυχῆς παρεχομένης ἑαυτὴν ἀήττητον· φιλοπονίαν