Ancient Greek
3.75.3 to 3.76.1
Joannes Stobaeus Anthologus, Anthologium 3.75.3-3.76.1
Unproofread scanNot analysed yet
Π 126 5h (6 G. M.) Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι δι’ αὐτὰ αἱρετά, τὰ δὲ ποιητικά. Ὅποσα μὲν οὖν οὐδενὸς ἄλλου ἕνεκεν εἰς εὔλογον αἵρεσιν ἕρχεται, δι’ αὐτὰ αἱρετά· ὅποσα δὲ τῶ ἑτέρων τινῶν παρασκευαστικὰ γίνεσθαι, κατὰ τὸ ποιητικὸν λέγεσθαι. 5i Καὶ πᾶν μὲν ἀγαθὸν αἱρετὸν εἶναι· ἀρεστὸν γὰρ καὶ δοκιμαστὸν καὶ ἐπαινετὸν ὑπάρχειν· πᾶν δὲ κακὸν φευκτόν. Τὸ γὰρ ἀγαθὸν καθ’ ὃ μὲν αἵρεσιν εὔλογον κινεῖ, αἱρετὸν ἐστι· καθ’ ὃ δὲ ἀνυπόπτως εἰς αἵρεσιν ἕρχεται, ἀρεστόν· <καθ’ ὃ δὲ . . . ,δοκιμαστόν>· καθ’ ὃ δὲ πάλιν εὔλογως ἂν τις περὶ αὐτοῦ καθυπολαμβάνοι τῶν ἀπ’ ἀρετῆς εἶναι, . S. 5 g-51 (6 G. M.) ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ 5k Ἐπὶ δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι ἐν κινήσει, τὰ δὲ ἐν σχέσει. Ἐν κινήσει μὲν τὰ τοιαῦτα, χαρὰν, εὐφροσύνην, σώφρονα ὁμιλίαν· ἐν σχέσει δὲ τὰ τοιαῦτα, εὐτακτον ἡσυχίαν, μονὴν ἀτάραχον, προσοχὴν ἐπανδρον.