Ancient Greek
3.82.1
Joannes Stobaeus Anthologus, Anthologium 3.82.1
Unproofread scanNot analysed yet
7 Διεληλυθότες δ᾽ ἱκανῶς περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἀρετῶν καὶ φευκτῶν καὶ περὶ τέλους καὶ εὐδαιμονίας, ἀναγκαῖον ἠγησάμεθα καὶ τὰ περὶ τῶν ἀδιαφόρων λεγόμενα κατὰ τὴν οἰκείαν τάξιν ἐπελθεῖν. Ἀδιάφορα δ᾽ εἶναι λέγουσι τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν, διχῶς τὸ ἀδιάφορον νοεῖσθαι φάμενοι, καθ᾽ ἕνα μὲν τρόπον τὸ μήτε ἀγαθὸν μήτε κακὸν καὶ τὸ μήτε αἱρετὸν μήτε φευκτόν· καθ᾽ ἕτερον δὲ τὸ μήτε ὀρμῆς μήτε ἀφορμῆς κινητικόν, καθ᾽ ὃ καὶ λέγεσθαι τινὰ καθάπαξ ἀδιάφορα εἶναι, οἷον τὸ ἄρτιας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττάς, ἢ τὸ προτεῖναι τὸν δάκτυλον ὥδι ἢ ὧδί, ἢ τὸ ἀνελέσθαι τι τῶν ἐμποδίων, κάρφος ἢ φύλλον. Κατὰ τὸ πρότερον δὴ λεκτέον τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγεσθαι κατὰ τοὺς ἀπὸ τῆς αἱρέσεως ταύτης, οὐ μὴν πρὸς ἐλογὴν καὶ ἀπελογὴν· δι᾽ ὃ καὶ τὰ μὲν ἀξίαν ἐκλεκτικὴν ἔχειν, τὰ δ᾽ ἀπαξίαν ἀπεκλεκτικὴν, συμβλητικὴν δ᾽ οὐδαμῶς πρὸς τὸν εὐδαίμονα βίον.