Ancient Greek
3.83.2
Joannes Stobaeus Anthologus, Anthologium 3.83.2
Unproofread scanNot analysed yet
Ἔτι δὲ τῶν ἀδιαφόρων τὰ μὲν πλείω ἀξίαν ἔχειν, τὰ δ’ ἐλάττω· καὶ τὰ μὲν καθ’ αὑτά, τὰ δὲ ποιητικά· καὶ τὰ μὲν προηγμένα, τὰ δ’ ἀποπροηγμένα, τὰ δ’ οὐδετέρως ἔχοντα. Προηγμένα μὲν, ὅσα ἀδιάφορα ὄντα πολλὴν ἔχει ἀξίαν, ὡς ἐν ἀδιαφόροις· ἀποπροηγμένα δέ, ὅσα πολλὴν ἔχει ἀπαξίαν ὁμοίως· οὔτε δὲ προηγμένα οὔτε ἀποπροηγμένα, ὅσα μήτε πολλὴν ἔχει <ἀξίαν μήτε> ἀπαξίαν.