Ancient Greek
3.85.2
Joannes Stobaeus Anthologus, Anthologium 3.85.2
Unproofread scanNot analysed yet
7Ἐπὶ δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι ὀρμῆς κινητικά, τὰ δὲ ἀφορμῆς, τὰ δὲ οὔτε ὀρμῆς οὔτε ἀφορμῆς. Ὀρμῆς μὲν οὖν κινητικά, ἅπερ ἐλέγομεν εἶναι κατὰ φύσιν· ἀφορμῆς δὲ ὅσα παρὰ φύσιν· οὔτε δὲ ὀρμῆς οὔτε ἀφορμῆς τὰ μηδετέρως ἔχοντα, οἷά ἐστι τὸ περιττὰς ἢ ἄρτιας ἔχειν τὰς τρίχας.