Ancient Greek
3.88.3
Joannes Stobaeus Anthologus, Anthologium 3.88.3
Unproofread scanNot analysed yet
8 Ἀκόλουθός δ’ ἐστὶ τῷ λόγῳ τῷ περὶ τῶν προηγμένων ὁ περὶ τοῦ καθήκοντος τόπος. Ὁρίζεται δὲ τὸ καθῆκον· τὸ ἀκόλουθον ἐν ζωῇ, ὃ πραχθὲν εὐλογον ἀπολογίαν ἔχει· παρὰ τὸ καθῆκον δὲ τὸ ἐναντίως. Τοῦτο διατείνει καὶ εἰς τὰ ἄλογα τῶν ζῴων, ἐνεργεῖ γὰρ τι κακεῖνα ἀκολούθως τῇ ἑαυτῶν φύσει· ἐπὶ τῶν λογικῶν ζῴων οὕτως ἀποδίδεται· τὸ ἀκόλουθον ἐν βίῳ’. Τῶν δὲ καθηκόντων τὰ μὲν εἶναι φασὶ τέλεια, ἃ δὴ καὶ κατορθώματα λέγεσθαι. Κατορθώματα δ’ εἶναι τὰ κατ’ ἀρετὴν ἐνεργήματα, οἷον τὸ φρονεῖν, τὸ δικαιοπρα-