Ancient Greek
3.93.2
Joannes Stobaeus Anthologus, Anthologium 3.93.2
Unproofread scanNot analysed yet
10 Τὴν μὲν οὖν ἐπιθυμίαν λέγουσι δόρεξιν εἶναι ἀπειθῆ λόγῳ· αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν ἀγαθὸν ἐπι-φέρεσθαι, οὐ παρόντος εὖ ἀπαλλάξομεν, τῆς δόξης αὐτῆς ἔχούσης τὸ ἀτάκτως κινητικὸν <πρόσφατον τοῦ ὄντως αὐτὸ ὀρεκτὸν εἶναι>. Φόβον δ’ εἶναι ἐκκλισιν ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτοῦ τὸ δοξάζειν κακὸν ἐπιφέρεσθαι, τῆς δόξης τὸ κινητικὸν [καὶ] πρόσφατον ἔχούσης τοῦ ὄντως αὐτὸ φευκτὸν εἶναι. Λύπην δ’ εἶναι συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον κακὸν παρεῖ-ναι, ἐφ’ ᾧ καθῆκει <συστέλλεσθαι. Ἡδονὴν δ’ εἶναι ἐπαρ-σιν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον ἀγαθὸν παρεῖναι, ἐφ’ ᾧ καθῆκει> ἐπαίρεσθαι. Ὑπὸ μὲν οὖν τὴν ἐπιθυμίαν ὑπάγεται τὰ τοιαῦτα·