Ancient Greek
4.131.2
Joannes Stobaeus Anthologus, Anthologium 4.131.2
Unproofread scanNot analysed yet
102 (5, 71 Mein.) Ἐκ τοῦ Ἐπικτήτου Ἐγχειριδίου (c. 33). Τὰ πολλὰ δὲ καὶ τὸ γελᾶν ἀπέστω καὶ τὸ γέλωτα κινεῖν· ὀλιγὴρος γὰρ ὁ τόπος εἰς ἰδιωτισμὸν καὶ ἅμα τὴν αἰδῶ τὴν πρὸς σὲ τῶν πλησίων ἱκανὸς ἀνεῖναι καὶ διαφθεῖραι. καὶ ἄλλος παράκειται τόπος ἐπισφαλὴς ταῖς τοιαύταις ἀνέσει, τὸ εἰς αἰσχρολογίαν εὐκόλως προαγαγεῖν τὸν πλησίον. ὅταν οὖν τι συμβῇ τοιοῦτον, ἂν μὲν εὐκαιρὸν ᾖ, καὶ ἐπίπληξον τῷ αἰσχρολογήσαντι· ἐὰν δὲ τοιαῦτα ᾖ τὰ πρόσωπα ὥστε μὴ καιρὸν εἶναι, τῷ ἀποσιωπῆσαι καὶ σκυθρωπάσαι καὶ ἐρυθριάσαι δῆλος γενοῦ δυσαρεστῶν τῷ ἠθέντι.