Ancient Greek
4.136.3 to 4.137.1
Joannes Stobaeus Anthologus, Anthologium 4.136.3-4.137.1
Unproofread scanNot analysed yet
Μὴ ὧν ἄνοσον καὶ ἀνάλητον τολμώντων τὸν ἀγαθὸν εἰπὲν, μηδ᾽ ἄλυπον θρασυνέσθωσαν λέγειν· ὡς γὰρ σώματι ἀλγεινὰ τινα ἀπολείπομεν, οὕτω καὶ ψυχῇ ἐπαύδυνα. ἀλλὰ αἱ μὲν ἀφρόνων λύπαι ἀλόγιστοι πέλοντι· αἱ δὲ φρονίμων ἐς ὅσον κα λόγος ἐπιτρέποι ὁρίζδων τὰ πράγματα. 1 ΠΕΡΙ ΑΡΕΤΗΣ ἀλλὰ μὴν καὶ τὸ καύχημα αὐτῶν τὰς ἀπαθείας ἐκλύει τὰς ἀρετὰς τὸ γενναῖον, αἷχα ἀδιαφόροις καὶ μὴ κακοῖς θανάτῳ τε καὶ ἀλγηδόνι καὶ πενίᾳ ἀντιβεβᾶκη. εὐχαταγώνιστα γὰρ τὰ μὴ κακά. ἀσχητὸν ὧν ποττὰν μετριωπάθειαν ἡμεν, ὡς τὸ τε ἀνάλητον ἐς ἴσον τῷ ἐμπαθεῖ φεύγωμες, μηδὲ μέζον φύσιος τὰς ἀμετέρας φθεγγώμεθα.