Ancient Greek
4.149.1
Joannes Stobaeus Anthologus, Anthologium 4.149.1
Unproofread scanNot analysed yet
τὸν τρόπον· τὰ δ’ εἴδεα αὐτὰς καὶ τὰ μέρη οὕτως κάτις ἀθρήσαιτο. ἐπεὶ γὰρ τὰς ψυχὰς δύο μέρη, τὸ μὲν λογιστικὸν τὸ δὲ ἄλογον, καὶ τὸ μὲν λογιστικὸν ἐντί, ᾧ κρίνομεν καὶ θεωρῶμεν, τὸ δ’ ἄλογον, ᾧ ὀργιζόμεθα καὶ ὀρεγόμεθα, τῷ δὲ ἀλόγῳ τὸ μὲν θυμοειδὲς τὸ δ’ ἐπιθυμητικόν, καὶ τούτῳ τὸ μὲν οἷον ἀμυντικὸν καὶ ὑπερμαχητικὸν ποτὼς πλατίον θυμοειδὲς ὀνομάζεται, τὸ δ’ οἷον ὀρεκτικὸν καὶ ποθητικὸν τὰς οἰκείας τῷ σώματι συστάσιος ἐπιθυμητικόν· φανερὸν ὡς κατὰ λόγον τοῖς μέρεσι τούτοις τὰς ψυχὰς καὶ τὸ πλήθος τῶν ἀρετῶν ἀκολουθήσει καὶ ται διαφοραὶ καὶ ἰδιότητες αὐτᾶς. τῷ μὲν γὰρ λογιστικῷ μέρει τὰς ψυχὰς ἀρετὰ ἡ φρόνησις, κριτικὰ γὰρ ἐντὶ καὶ θεωρητικὰ ἐξίς· τῷ δὲ θυμοειδεῖ ἀνδρεία· ἐξίς γὰρ ἐντὶ ἀντερειστικὰ καὶ ὑποστατικὰ τῶν δεινῶν· τῷ δ’ ἐπιθυμητικῷ ἡ σωφροσύνη· μετριότης