Ancient Greek
4.157.2
Joannes Stobaeus Anthologus, Anthologium 4.157.2
Unproofread scanNot analysed yet
οἷον ἀλλὰ τις τῷ σκάνεος ἢ ὑφιστάμεθα καὶ ἐμμένουμες τοῖς πράγμασιν, ἄ δὲ προαίρεσις, οἷον χεῖρες ψυχᾶς τινες αἷς ὁρμώμες καὶ ἀντιλαζόμεθα τῶν πραγμάτων. ἔχει δὲ καὶ ὁ τῆς ψυχᾶς διάκοσμος οὕτως. τὸ μὲν γάρ τι αὐτᾶς 5 ἐστι λογισμὸς τὸ δὲ θυμὸς τὸ δ’ ἐπιθυμία, λογισμὸς μὲν ὁ κρατέων τὰς γνώσιος, θυμὸς δὲ ὁ κρατέων τῷ μένεος, ἐπιθυμία δὲ ἡ κρατεῦσα τῷ ἐπιθυμητικῷ εἴδεος. ὅκα ὧν ἐς τὸ ἐν τὰ τρία ταῦτα μόλη μίαν ἐπιδεξάμενα συναρμογάν, τόκα δὲ γίνεται ἀρετὰ καὶ δμολογία ἐν τᾷ ψυχᾷ· 10 ὅκα δὲ στασιάζοντα καὶ ἀπ’ ἀλλάλων ἀπόσπαστα ἦ, τόκα δὲ γίνεται κακία καὶ ἀναρμοστία ἐν τᾷ ψυχᾷ. καὶ ὅκα μὲν ὁ λογισμὸς ἐπικρατέη τῶν ἀλόγων μερέων τῆς ψυχᾶς, τόκα δὲ γίνεται καρτερία καὶ ἐγκράτεια, καρτερία μὲν ἐν τᾷ κατοχᾷ τῶν πόνων, ἐγκράτεια δὲ ἐν τᾷ κατοχᾷ