Ancient Greek
4.158.1
Joannes Stobaeus Anthologus, Anthologium 4.158.1
Unproofread scanNot analysed yet
ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ τῶν ἀδέων. ὧκα δὲ τὰ ἄλογα μέρει τῆς ψυχῆς ἐπικρατῇ τῷ λογισμῷ, τόκα δὲ γίνεται μαλακία καὶ ἀκρατία· μαλακία μὲν ἐν τῷ φεύγεν τοὺς πόνους, ἀκρατία δὲ ἐν τῷ νικῆσθαι ὑπὸ τῶν ἀδέων. ὧκα δὲ τὸ μὲν κρέσσον ἄρχη μέρος τῆς ψυχῆς, τὸ δὲ χέρηον ἄρχεται, καὶ τὸ 5 μὲν ἄγεται τὸ δ᾽ ἐπηται, ἀμφότερα δὲ συνευδοκήται καὶ συνομολογήται ἀλλάλοις, τόκα δὲ γίνεται ἀρετὰ καὶ παναγαθία περὶ ὅλαν τὰν ψυχάν. καὶ ὧκα μὲν τὸ ἐπιθυμητικὸν ἐπηται μέρος τῆς ψυχῆς τῷ λογιστικῷ, γίνεται σωφροσύνα· ὧκα δὲ τὸ θυμοειδές, ἀνδρειότας· ὧκα δὲ 10 τὰ μέρει πάντα, δικαιοῦς. αὐτὰ γὰρ ἐστιν ἃ διεῖργονσα τὰς τε κακίας πάσας τῆς ψυχῆς καὶ τὰς ἀρετὰς ἀπ᾽ ἀλλάλων. καὶ ἐστιν ἡ δικαιοῦς οἷον σύσταμά τι τῆς ἁρμογᾶς τῶν μερέων τῆς ψυχῆς καὶ ἀρετὰ τελεία καὶ