Ancient Greek
4.162.2
Joannes Stobaeus Anthologus, Anthologium 4.162.2
Unproofread scanNot analysed yet
δυναμιῶν, ἐν τῷ ὑπεξελέσθαι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν, πέπτωχεν, ἀλλ’ ἐν τῷ ταῦτα συγκερασθῆμεν· ἐντὶ γὰρ οἷον συμμετρῖα τις τούτων· οὐδ’ ἐν τῇ μουσικῇ ἐν τῷ ὑπεξελέσθαι τὸ ὀξὺ καὶ τὸ βαρὺ τὸ σύμφωνον πέπτωχεν, ἀλλ’ ἐν τῷ ταῦτά πως συναρμόξασθαι. συναρμοσμένων γὰρ τῷ ὀξέος καὶ τῷ βαρέος τὸ μὲν σύμφωνον ἐναπολαμβάνεται, τὸ δὲ διάφωνον ἐκκροῦεται· συναρμοσμένων δὲ καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ καὶ τῷ ὑγρῷ καὶ τῷ ξηρῷ ἡ μὲν ὑγίεια γίνεται, ἡ δὲ νόσος ἀπόλλυται· συναρμοσμένων δὲ καὶ τῷ θυμῷ καὶ τῇς ἐπιθυμίας ταὶ μὲν κακίαι καὶ τὰ πάθη ἐξαιρέονται, ταὶ δ’ ἀρεταὶ καὶ τὰ ἥθη ἐγγίνονται. ἰδιαίτατον δὲ τὰς τῷ ἥθεος ἀρετὰς ἡ προαίρεσις ἡ ἐν τοῖς καλοῖς. λόγῳ γὰρ καὶ δυνάμει συγχρέεσθαι δυνατόν καὶ ἄνευ ἀρετᾶς, προαιρέσει δ’ οὐ δυνατόν· τὸ γὰρ