Ancient Greek
4.223.2
Joannes Stobaeus Anthologus, Anthologium 4.223.2
Unproofread scanNot analysed yet
Μεγαλοψυχίας δὲ ἔστι τὸ καλῶς ἐνεγκεῖν καὶ εὐψύχως 10 καὶ ἀτυχίαν καὶ εὐτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ μὴ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξου-σίαν μήτε τὰς νίκας τὰς ἐνᾶγωνίους, ἔχειν δὲ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. ἔστι δὲ ὁ μεγαλόψυχος οὔδὲ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔδὲ φιλόζωος, ἀπλοῦς δὲ 15 τῷ ἥθει καὶ γενναῖος, καὶ ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἀπλότης καὶ γενναιότης καὶ ἀλήθεια.