Ancient Greek
4.233.2
Joannes Stobaeus Anthologus, Anthologium 4.233.2
Unproofread scanNot analysed yet
Τίμιον εἶναι σῶμα οὐ τὸ καλὸν οὐδὲ τὸ ἰσχυρὸν οὐδὲ 10 τάχος ἔχον οὐδὲ μέγα οὐδὲ τὸ ὑγιεινὸν (καὶ τοῖς πολλοῖς ἂν τοῦτό γε δοκοῖ), καὶ μὴ οὐδὲ τὰ τούτων γε ἐναντία, τὰ δ’ ἐν τῷ μέσῳ ἀπάσης ταύτης τῆς ἔξεως ἐφαπτόμενα σωφρονέστατα ἅμα τε ἀσφαλέστατα εἶναι μακρῶ· τὰ μὲν γὰρ χαίνους τὰς ψυχὰς καὶ θρασείας ποιεῖ, τὰ δὲ ταπεινὰς τε καὶ ἀνελευθέρους· ὡς δ’ αὐτῶς ἢ τῶν χρημάτων κτῆσις καὶ τιμῆσεων κατὰ τὸν αὐτὸν ὀνθμὸν ἔχει. 15 τὰ μὲν ὑπέρογκα γὰρ ἑκάστων τούτων ἐχθρὰς καὶ στάσεις ἀπεργάζεται ταῖς πόλεσιν καὶ ἰδίᾳ, τὰ δ’ ἐλλείποντα