Ancient Greek
4.271.4
Joannes Stobaeus Anthologus, Anthologium 4.271.4
Unproofread scanNot analysed yet
Καὶ γὰρ τοῦτ’ ἄνθρωπος ἴδιον καὶ οὐ κοινὸν ποιεῖ· οἱ μὲν γὰρ ἄλλοι ἀλαζόνες ὁπόταν τι ψεύδωνται, ἀόριστα καὶ ἀσαφῆ πειρῶνται λέγειν, φοβούμενοι τὸν ἔλεγχον· Δημοσθένης δὲ ὅταν ἀλαζονεύηται, πρῶτον μεθ’ ὀρχου ψεύδεται ἐξώλειαν ἐπαρώμενος αὐτῷ· δεύτερον δέ, ἃ οὔδεν οὐδέποτε ἐσόμενα, τολμᾷ λέγειν εἰς ὁπότε ἔσται, καὶ ὧν τὰ σώματα οὐχ ἑώρακε, τούτων τὰ ὀνόματα λέγει κλέπτων τὴν ἀκρόασιν καὶ μιμούμενος τοὺς τάληθῆ λέγοντας. ἢ καὶ σφόδρα ἀξίός ἐστι μισεῖσθαι, ὅτι πονηρὸς ὢν καὶ τὰ τῶν χρηστῶν σημεῖα διαφθείρει.