Ancient Greek
4.280.8
Joannes Stobaeus Anthologus, Anthologium 4.280.8
Unproofread scanNot analysed yet
ἐὰν ἡ πεπαιδευμένη, τὴν τοιαύτην καὶ τὸν τοιούτον ἄνθρωπον εὐδαίμονα προσαγορευτέον ἐστίν, οὐκ ἂν τοῖς οὐδὲ γὰρ ἵππον, ἐὰν ψέλλια χρυσᾶ καὶ σκευὴν ἔχῃ πολυτελῆ φαῦλος ὢν, τὸν τοιοῦτον ἀξίων τινος νομίζομεν εἶναι· ἀλλ’ ὃς ἂν διακείμενος ἢ σπουδαίως, τοῦτον μᾶλλον ἐπαινοῦμεν. ὡςπερ γὰρ εἴ τις τῶν οἰκετῶν αὐτοῦ χειρῶν εἴη, καταγέλαστος ἂν γένοιτο, τὸν αὐτὸν τρόπον οἷς πλείονος ἀξίαν τὴν κτῆσιν εἶναι συμβέβηκε τῆς ἰδίας φρόσεως, ἀθλίους τούτους εἶναι δεῖ νομίζειν. καὶ τοῦτο κατ’ ἀλήθειαν οὕτως ἔχει· τίκτει γὰρ, ὡςπερ φησὶν ἡ παροιμία, κόρος μὲν ὕβριν, ἀπαιδευσία δὲ μετ’ ἐξουσίας ἄνοιαν. τοῖς γὰρ διακειμένοις τὰ περὶ τὴν ψυχὴν κακῶς οὔτε πλοῦτος οὔτ’ ἰσχύς οὔτε κάλλος τῶν ἀγαθῶν ἐστίν· ἀλλ’ ὅσω περ ἂν αὐταὶ μᾶλλον αἱ διαθέσεις καθ’ ὑπερβολὴν ὑπάρξωσι, τοσοῦτω καὶ πλείω καὶ μείζω τὸν κεκτημένον βλάπτουσι χωρὶς φρονήσεως παραγενόμεναι.