Ancient Greek
4.295.3
Joannes Stobaeus Anthologus, Anthologium 4.295.3
Unproofread scanNot analysed yet
Ἡ δὲ συναρμογὰ ταυτῶν τῶν φύσιων κατ’ ἄλλα καὶ ἄλλα γινόμενα μεγάλην καὶ ποικίλην πεποίηκε τὰν διαφορὰν τῶν συναρμοσμένων. ἐν τε γὰρ τῇ τῷ ὅλῳ περιοχῇ συναρμογὰ ἀμφοτερῶν [συναμοροτέρων] τῶν φυσίων, τὰς τε ἀεικινάτω φύσιος καὶ τὰς ἀειπαθέος, κόσμος ἐντί· ἄλλως γὰρ οὐκ ἐνεδέχετο σῴζεσθαι τό τε ὅλον καὶ τὸ πᾶν, μὴ συναρμογὰν ἔχοντος τῷ γεννατῷ ποτὶ τὸ θείον καὶ τῷ ἀειπαθέος ποτὶ τὸ ἀεικίνaton. ἐν τε τῷ ἀνθρώπῳ ἡ συναρμογὰ τῷ ἀλόγῳ μέρει τὰς ψυχὰς ποτὶ τὸ λόγον ἔχον, ἀρετά. οὔτε γὰρ ἐν τούτοις ἐνδέχεται στάσιος ἐούσας ἐν ἀμφοτέροις τοῖς μέρεσιν ἀποτελεσθῆμεν ἀρετάν. καὶ ἐν πόλει δὲ τῶν μὲν ἀρχομένων ποτὶ τὸς ἀρχοντας ἀποτελεῖ κράτος καὶ δμόνοιαν·