Ancient Greek
4.321.3
Joannes Stobaeus Anthologus, Anthologium 4.321.3
Unproofread scanNot analysed yet
Χαριέντες, ἔφη, εἰσὶν οἱ μέγα φρονοῦντες ἐπὶ τοῖς οὐκ ἐφ’ ἡμῖν. ‘ἐγώ σου’ φησὶ ‘χρείττων εἰμί, ἄγροὺς γὰρ ἔχω πολλούς, σὺ δὲ λιμῷ παρατείνη’. ἄλλος λέγει ‘ἐγὼ ὑπατικός εἰμί’. ἄλλος ‘ἐγὼ ἐπίτροπος.’ ἄλλος ‘ἐγὼ . . . οὐλὰς τρείχας’. ἵππος δ’ ἵππῳ οἱ λέγει ὅτι ‘χρείττων εἰμὶ σου· πολὺν γὰρ κέκτημαι χιλόν καὶ κριθὰς πολλάς, καὶ χαλινοὶ μοι εἰσὶ χρυσοὶ καὶ ἐφίππια ποικίλα’, ἀλλ’ ὅτι ‘ὑκύτερός σου εἰμὶ’. καὶ πᾶν ζῷον χρείττον καὶ χείρον ἐστιν ἐκ τῆς ἑαυτοῦ ἀρετῆς καὶ κακίας. ἀρ’ οὖν ἀνθρώπου μόνον ἀρετὴ οὐκ ἔστιν, ἀλλὰ δεῖ ἡμᾶς εἰς τρείχας ἀφορᾶν καὶ τὰ ἱμάτια καὶ τοὺς πάππους;