Ancient Greek
4.357.3
Joannes Stobaeus Anthologus, Anthologium 4.357.3
Unproofread scanNot analysed yet
10 56 (5, 134 Mein.) Τοῦ αὐτοῦ ἐκ τοῦ Γοργίου (p. 499C —500B). Ἔστι δὲ ,ὡς ἔοικεν, ὁ νῦν λέγεις, ὅτι ἡδοναὶ εἰσὶ τινες, αἱ μὲν ἀγαθαὶ αἱ δὲ κακαί· ἢ γάρ; —Ναί. —Ἄρ’ οὖν ἀγαθαὶ μὲν αἱ ὠφέλιμοι, κακαὶ δὲ αἱ βλαβεραί; —Πάνυ γε. —Ὡφέλιμοι δὲ αἱ ἀγαθὸν ποιούσαι, κακαὶ δὲ αἱ κακὸν τι; —Φημί. —Ἄρ’ οὖν τὰς τοιάσδε λέγεις, οἷον κατὰ τὸ σῶμα ὡς δὴ νῦν ἐλέγομεν ἐν τῇ ἐσθίειν καὶ πίνειν ἡδονάς, εἰ ἄρα τούτων αἱ μὲν ὑγίειαν ποιούσαι ἐν τῷ σώματι, ἢ ἰσχὺν ἢ ἄλλην τινὰ ἀρετὴν τοῦ σώματος, αἦται μὲν ἀγαθαί, αἱ δὲ τἀναντία τούτων, κακαί; —Πάνυ γε. —Οὐκοῦν καὶ λύπαι ὡσαύτως αἱ μὲν χρησταὶ εἰσιν αἱ δὲ πονηραί; —