Ancient Greek
4.366.3
Joannes Stobaeus Anthologus, Anthologium 4.366.3
Unproofread scanNot analysed yet
Μέρος μέντοι τρυφῆς οὐ μικρότατον κἂν τοῖς ἀφροδισίοις ἐστίν, ὅτι ποικίλων δέονται παιδικῶν οἱ τρυφῶντες οὐ νομίμων μόνον ἀλλὰ καὶ παρανόμων, οὐδὲ 5 θηλειῶν μόνον ἀλλὰ καὶ ἀρρένων, ἄλλοτε ἄλλους θηρῶντες ἐρωμένους, καὶ τοῖς μὲν ἐν ἐτοίμῳ οὐσιν οὐχ ἀρχόμενοι, τῶν δὲ σπανίων ἐφίεμενοι, συμπλοχὰς δ' ἀσχήμονας ζητοῦντες, ὅπερ ἅπαντα μεγάλα ἐγκλήματα ἀνθρώπων ἐστίν. χρὴ δὲ τοὺς μὴ τρυφῶντας ἢ μὴ κα- 10 κοὺς μόνα μὲν ἀφροδίσια νομίζειν δίκαια τὰ ἐν γάμῳ καὶ ἐπὶ γενέσει παίδων συντελούμενα, ὅτι καὶ νόμιμά ἐστιν· τὰ δὲ γε ἡδονὴν θηρώμενα ψιλὴν ἄδικα καὶ παράνομα, κἂν ἐν γάμῳ ἦ. συμπλοχαὶ δ' ἄλλαι αἱ μὲν κατὰ μοιχείαν παρανομώταται, καὶ μετριώτεραι τούτων 15 οὐδὲν αἱ πρὸς ἄρρενας τοῖς ἄρρεσιν, ὅτι παρὰ φύσιν τὸ τόλμημα· ὅσαι δὲ μοιχείας ἐκτὸς συνουσίας πρὸς θηλείας εἰσὶν ἐστερημέναι τοῦ γίνεσθαι κατὰ νόμον, καὶ αὗται πᾶσαι αἰσχραί, αἰγε πράττονται δι' ἀκολασίαν· ὡς μετὰ γε σωφροσύνης οὔτ' ἂν ἐταῖρα πλησιά- 20 ζειν ὑπομείνειέ τις, οὔτ' ἂν ἐλευθέρα γάμον χωρὶς οὔτε μὰ Δία θεραπαινὴ τῇ αὐτοῦ. τὸ γὰρ μὴ νόμιμον μηδ'